Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.573 Joseph. BJ 1.577 (English) >>Joseph. BJ 1.582

1.575πείσας δὲ πολλοῖς χρήμασιν Φάβατον τὸν Καίσαρος διοικητὴν ἐχρῆτο βοηθῷ καὶ καθʼ Ἡρώδου. πλείονα δὲ δοὺς Ἡρώδης ἀφίστησίν τε ἀπὸ Συλλαίου Φάβατον καὶ διʼ αὐτοῦ τὰ κελευσθέντα ὑπὸ Καίσαρος εἰσέπραττεν. δὲ μηδὲν ἀποδοὺς ἔτι καὶ κατηγόρει Φαβάτου παρὰ Καίσαρι, διοικητὴν εἶναι λέγων οὐ τῶν ἐκείνῳ, τῶν δὲ Ἡρώδῃ συμφερόντων. 1.576ἐφʼ οἷς ὀργισθεὶς Φάβατος, ἦν δʼ ἔτι παρὰ Ἡρώδῃ μάλιστα τιμώμενος, γίνεται προδότης Συλλαίου τῶν ἀπορρήτων τῷ τε βασιλεῖ φησιν, ὅτι Συλλαῖος διαφθείρειεν αὐτοῦ τὸν σωματοφύλακα Κόρινθον χρήμασιν, ὃν δεῖ φυλάττεσθαι. πείθεται δʼ βασιλεύς· καὶ γὰρ τέθραπτο μὲν Κόρινθος ἐν τῇ βασιλείᾳ, γένος δʼ ἦν Ἄραψ. 1.577συλλαμβάνει δʼ εὐθέως οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δύο ἑτέρους Ἄραβας εὑρὼν παρʼ αὐτῷ, τὸν μὲν φίλον Συλλαίου τὸν δὲ φύλαρχον. οἱ δὲ βασανιζόμενοι πεῖσαι Κόρινθον ὡμολόγησαν ἐπὶ πολλοῖς χρήμασιν Ἡρώδην ἀνελεῖν. οὗτοι μὲν οὖν ἀνακριθέντες καὶ παρὰ Σατορνίνῳ τῷ διέποντι τὴν Συρίαν ἀνεπέμφθησαν εἰς Ῥώμην. 1.578

Ἡρώδης δὲ οὐκ ἀνίει Φερώραν βιαζόμενος ἀπαλλαγῆναι τῆς γυναικὸς οὐδʼ ἐπενόει μηχανὴν διʼ ἧς ἂν τιμωρήσαιτο τὴν ἄνθρωπον πολλὰς τοῦ μίσους ἔχων αἰτίας, ἕως ὑπεραγανακτήσας σὺν αὐτῇ καὶ τὸν ἀδελφὸν ἐκβάλλει. 1.579Φερώρας δὲ ἀγαπήσας τὴν ὕβριν ἀπαλλάσσεται μὲν εἰς τὴν ἑαυτοῦ τετραρχίαν ὀμόσας ὅρον ἕξειν ἕνα τῆς φυγῆς τὸν Ἡρώδου θάνατον καὶ μηδέποτε πρὸς ζῶντα ὑποστρέψειν, ἐπανῆλθεν δὲ οὐδὲ πρὸς νοσοῦντα τὸν ἀδελφὸν καίτοι λιπαρῶς μεταπεμπόμενον· ἐβούλετο γὰρ αὐτῷ τινας ἐντολὰς καταλείψειν ὡς τεθνηξόμενος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.573 Joseph. BJ 1.577 (English) >>Joseph. BJ 1.582

Powered by PhiloLogic